Ancient Greek · ~7 min
2.18 to 2.35
Septuaginta, Odae 2.18-35
Not analysed yet
θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε. καὶ εἶδεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι’ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ’ ἐσχάτων· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς. αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κάτω, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς. τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς. ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου. εἶπα Διασπερῶ αὐτούς, παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν, εἰ μὴ δι’ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν, καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι, μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ὑψηλή, καὶ οὐχὶ κύριος ἐποίησεν ταῦτα πάντα. ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη. οὐκ ἐφρόνησαν συνιέναι ταῦτα· καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον. πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας, εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτοὺς καὶ ὁ κύριος παρέδωκεν αὐτούς; οὐ γάρ εἰσιν οἱ θεοὶ αὐτῶν ὡς ὁ θεὸς ἡμῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι. ἐκ γὰρ ἀμπέλου Σοδομων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομορρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος. οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ’ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν· ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν, καὶ πάρεστιν ἕτοιμα ὑμῖν.