Ancient Greek · ~7 min
15.1 to 15.17
Septuaginta, Paralipomenon I 15.1-17
Not analysed yet
Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυείδ, καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν. τότε εἶπεν Δαυείδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλʼ ἢ τοὺς Λευείτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος. καὶ ἐξεκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ εἰς Ἰερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ. καὶ συνήγαγεν Δαυεὶδ τοὺς υἱοὺς Ἀαρὼν τοὺς Λευείτας. τῶν υἱῶν Καάθ, Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα· τῶν υἱῶν Μερραρεί, Ἀσαι ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι πεντῆκοντα· τῶν υἱῶν Γηρσάμ, Ἰωήλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα· τῶν υἱῶν Ἐλεισαφάτ, Σαμαίας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι· τῶν υἱῶν Χεβρών, Ἐνὴρ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτῶν ὀγδοήκοντα· τῶν υἱῶν Ὀζειήλ, Ἀμειναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο. Καὶ ἐκάλεσεν Δαυεὶδ τὸν Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας, τὸν Ἀριήλ, Ἀσαιά, Ἰωήλ, Σαμαίαν, Ἐνήλ, Ἀμειναδάβ, καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευειτῶν· ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν, καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ἰσραὴλ οὗ ἡτοίμασα αὐτῇ. ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι. καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ἰσραήλ. καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευειτῶν τὴν κιβαωτὸν τοῦ θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπʼ αὐτοὺς· καὶ εἶπεν Δαυεὶδ τοῖς ἄρχουσιν τῶν Λευειτῶν Στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις, τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης. καὶ ἔστησαν οἱ Λευεῖται τὸν Αἱμὰν υἱὸν Ἰωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχιά, καὶ ἐκ τῶν υἱῶν Μερραρεὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κεισαίου.