# Paralipomenon I 15.18-29

Septuaginta, Paralipomenon I, 15.18 to 15.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/paralipomenon-i/15.18

καὶ μετʼ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαρίας καὶ Ὀζειὴλ καὶ Σεμειραμὼθ καὶ Ἰειὴλ καὶ Ἐλιωὴλ καὶ Ἐλιαβὰ καὶ Βαναιὰ καὶ Μαασσαιὰ καὶ Ἰματταθιὰ καὶ Ἐλειφενὰ καὶ Μακελλειὰ καὶ Ἀβαεδὸμ καὶ Ἰεειὴλ καὶ Ὀζείας, οἱ πυλωροί. καὶ οἱ ψαλτῳδοί· Αἱμάν, Ἀσὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι· Ζαχαρίας καὶ Ὀζειήλ, Σεμειραμώθ, Εἰθήλ, Ὠνεἰ, Ἐλιάβ, Μασσαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ· καὶ Μετταθίας καὶ Ἐνφαναίας, Μακενιὰ καὶ Ἀβδεδὸμ καὶ Ἰειὴλ καὶ Ὀζείας ἐν κινύραις ἁμασενεὶθ τοῦ ἰσχῦσαι· καὶ Κωνενιὰ ἄρχων τῶν Λευειτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν. καὶ Βαραχιὰ καὶ Ἠλκανὰ πυλωροὶ τῆς κιβωτοῦ. καὶ Σομνιὰ καὶ Ἰωσαφὰτ καὶ Ναθαναὴλ καὶ Ἀμασαὶ καὶ Ζαχαριὰ καὶ Βαναὶ καὶ Ἐλιέζερ οἱ ἱερεῖς, σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ Ἀβδεδὸμ καὶ Ἰειά, πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ. Καὶ ἦν Δαυεὶδ καὶ πρεσβύτεροι Ἰσραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου Ἀβδοδὸμ ἐν ενφροσύνῃ. καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευείτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ἔθυσαν ἀνʼ ἑπτὰ μόσχους καὶ ἀνʼ ἑπτὰ κριούς. καὶ Δαυεὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ, καὶ πάντες οἱ Λευεῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοί, Ἰεχονίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων· καὶ ἐπὶ Δαυεὶδ στολὴ βυσσίνη. καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφέρ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις. καὶ ἐγένετο κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυείδ· καὶ Μελχὸλ θυγάτηρ Σαοὺλ παρέκυψεν διὰ τῆς θυρίδος, καὶ εἶδεν τὸν βασιλέα Δαυεὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.

---

Septuaginta, Paralipomenon I, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg015.local002/.
