Ancient Greek · ~7 min
16.1 to 16.21
Septuaginta, Paralipomenon I 16.1-21
Not analysed yet
καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυείδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίου τοῦ θεοῦ. καὶ συνετέλεσεν Δαυεὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σαωτηρίου, καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι Κυρίου. καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ἰσραήλ, ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορείτην. Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευειτῶν λειτουργοῦντας, ἀναφωνοῦντας, καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν θεὸν Ἰσραήλ· Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Εἰειήλ, Σαμαρειμώθ, Εἰειήλ, Ματταθίας, Ἐλιὰβ καὶ Βαναίας καὶ Ἀβδοδόμ, καὶ Εἰειὴλ ἐν ὀργάνοις, νάβλαις. κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν, καὶ Βαναίας καὶ Ὀζειὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τότε ἔταξεν Δαυεὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ᾨδή. 8Ἐξομολογεῖσθε, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ. 9ἄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἄ ἐποίησεν Κύριος. 10 αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ. ζητήσατε καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός. 12μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἆ ἐποίησεν, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ. 13σπέρμα Ἰσραὴλ παῖδες αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. 14Κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῆ τὰ κρίματα αὐτοῦ. 15μνημονεύομεν εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς, 16ὅν διέθετο τῷ Ἀβραάμ. καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ. 17ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα. τῷ Ἰσραὴλ διαθήκην αἰώνιον, 18λέγων Σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν. 19ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ. 20καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον. οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτούς, καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς