# Paralipomenon I 2.1-23

Septuaginta, Paralipomenon I, 2.1 to 2.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/paralipomenon-i/2.1

Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ· Ῥουβὴν, Συμεών, Λευεί. Ἰουδά, Ἰσσαχάρ, Ζαβουλὼν, Δάν, Ἰωσήφ, Βενιαμείν, Νεφθαλεί, Γάδ, Ἀσήρ. Υἱοὶ Ἰούδα· Ἤρ, Αὐνάν, Σηλών. τρεῖς· ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Aὔας τῆς Χαναανείτιδος. καὶ ἦν Ἢρ ὁ πρωτότοκος Ἰούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν· καὶ Θαμὰρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φάρες καὶ τὸν Ζάρα. πάντες υἱοὶ Ἰούδα πέντε. υἱρὶ Φἀρες· Ἁρκὼν καὶ Ἰεμουήλ. καὶ υἱοὶ Ζαρὰ· Ζαμβρεὶ καὶ Αἰθὰμ καὶ Αἱμουὰν καὶ Χαλκὰ καὶ Δάρα. πάντες πέντε. καὶ υἱοὶ Χαρμεί Ἀχὰρ ὁ ἐμποδοστάτης Ἰσραήλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα. καὶ υοὶ Αἰθάμ· Ζαρειά. καὶυἱοὶ Ἐσερὼν οἳ ἐτέχθησαν αὐτῷ· ὁ Ἰραμεὴλ καὶ ὁ Ῥὰμ καὶ ὁ Χαβὲλ καὶ Ἀράμ. καὶ Ἀρρὰν ἐγέννησεν τὸν Ἀμειναδάβ, καὶ Ἀμειναδὰβ ἐγέννησεν τὸν Ναασσὼν ἄρχοντα τοῦ οἴκου Ἰούδα. καὶ Ναασσὼν ἐγέννησεν τὸν Σαλμών, καὶ Σαλμὼν ἐγέννησεν τὸν Βόος. καὶ Βόος ἐγέννησεν τὸν Ὠβήδ, καὶ Ὠβὴδ ἐγέννησεν τὸν Ἰεσσαί, καὶ Ἰεσσαὶ ἐγέννησεν τὸν πρωτότοκον αὐτοῦ Ἐλιάβ· Ἀμειναδὰβ ὁ δεύτερος, Σαμαὰ ὁ τρίτος, Ναθαναὴλ ὁ τέταρτος, Ζαδδαὶ ὁ πέμπτος, Ἄσομ ὁ ἕκτος, Δαυεὶδ ὁ ἔβδομος. καὶ ἀδελφὴ αὐτῶν Σαρουιά· καὶ υἱοὶ Σαρουιά· Ἀβεισὰ καὶ Ἰωὰβ καὶ Ἀσαήλ, τρεῖς. καὶ Ἀβειγαία ἐγέννησεν τὸν Ἀμεσσάβ· καὶ πατὴρ Ἀμεσσὰβ Ἰόθορ ὁ Ἰσμαηλείτης. Καὶ Χαλὲβ υἱὸς Ἐσερὼν ἐγέννησεν τὴν Γαζουβὰ γυναῖκα καὶ τὴν Ἐλιώθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· Ἰωάσαρ καὶ Ἰασοὺβ καὶ Ορνά. καὶ ἀπέθανεν Γαζουβά, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν Ἐφράθ, καὶ ἔτεκεν αὐτῷ τὸν Ὥρ. καὶ Ὣρ ἐγέννησεν τὸν Οὐρεί, καὶ Οὐρεὶ ἐγέννησεν τὸν Βεσελεήλ. καὶ μετὰ ταῦτα εἰσῆλθεν Ἐσερὼν πρὸς τὴν θυγατέρα Μαχεὶρ πατρὸς Γαλαὰδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν, καὶ ἔτεκεν αὐτῷ τὸν Σερούχ. καὶ Σεροὺχ ἐγέννησεν τὸν Ἰαείρ. καὶ ἦσαν αὐτῷ εἵκοσι τρεῖς πόλεις ἐν τῇ Γαλαὰδ. καὶ ἔλαβεν Γεδσοὺρ καὶ Ἀρρὰν τὰς κώμας Σαεὶρ ἐξ αὐτῶν, τὴν Καναὰθ καὶ τὰς κώμας αὐτῆς, ἐξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχεὶρ πατρὸς Γαλαάδ.

---

Septuaginta, Paralipomenon I, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg015.local002/.
