Ancient Greek · ~7 min
2.24 to 2.46
Septuaginta, Paralipomenon I 2.24-46
Not analysed yet
καὶ μετὰ τὸ ἀποθανεῖν Ἑσερὼν ἦλθεν Χαλὲβ εἰς Ἐφράθα· καὶ ἡ γυνὴ Ἐσερὼν Ἀβιά, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀσχὼ πατέρα Θεκῶε. καὶ ἦσαν υἱοὶ Ἰραμεὴλ πρωτοτόκου Ἐσερὼν ὁ πρωτότοκος Ῥάν, καὶ Βαναιὰ καὶ Ἀραιὰ καὶ Ἀμβρὰμ καὶ Ἄκαν ἀδελφὸς αὐτοῦ. καὶ ἦν γυνὴ ἑτέρα τῷ Ἰερεμεήλ, καὶ ὄνομα αὐτῇ Ἀταρά· αὕτη ἐστὶν μήτηρ Ὀζόμ. καὶ ἦσαν υἱοὶ Ἀρὰμ πρωτοτόκου Ἰερεμαὴλ Μάας καὶ Ἰαμεὶν καὶ Ἀκορ. καὶ ἦσαν υἱοὶ Ὀζὸμ Σαμοὶ καὶ Ἰαδᾶε, καὶ υἱοὶ Σαμοι Ναδὰβ καὶ Ἀβεισούρ. καὶ ὄνομα τῆς γυναικὸς Ἀβεισοὺρ Ἀβειχαία, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀχαβὰρ καὶ τὸν Μωήλ. υἱοὶ Ναδάβ· Ἀλσάλαδ καὶ Ἐφράιμ· καὶ ἀπέθανεν Σάλαδ οὐκ ἔχων τέκνα. καὶ υἱὰρὶ Ἐφράιμ Ἰσεμιήλ, καὶ υἱοὶ Ἰσεμιὴλ Σωσάν, καὶ υἱοὶ. Σωσὰν Ἀχαί. καὶ υἱοὶ Ἰδουδά· Ἀχεισαμάς, Ἰέθερ, Ἰωναθάν· καὶ ἀπέθανεν Ἰέθερ οὐκ ἔχων τέκνα. καὶ υἱοὶ Ἰωναθάν· Θάλεθ καὶ Φζάμ. οὗτοι ῆσαν υἱρὶ Ῥαμεήλ. καὶ οὐκ ἦσαν τῷ Σωσὰμ υἱοὶ ἀλλ ἢ θυγατέρες· καὶ τῷ Σωσὰμ παῖς Αἰγύπτιος, καὶ ὄνομα αὐτῷ Ἰωχήλ. καὶ ἔδωκεν Σωσὰν τὴν θυγατέρα αὐτοῦ τῷ Ἰωχὴλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Ἐθθεἰ. καὶ Ἐθθεὶ ἐγέννησεν τὸν Ναθάν, καὶ Ναθαν ἐγέννησεν τὸν Ζαβέδ, καὶ Ζαβὲδ ἐγέννησεν τὸν Ἀφαμήλ, καὶ Ἀφαμὴλ ἐγέννησεν τὸν ἀβήδ, καὶ Ὠβὴδ ἐγέννησεν τὸν Ἰησοῦν, καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ἀζαρίαν, καὶ Ἀζαριὰ ἐγέννησεν τὸν Χέλλης, καὶ Χέλλης ἐγέννησεν τὸν Ἐμάς, καὶ Ἐμὰς ἐγέννησεν τὸν Σοσομαί, καὶ Σοσομαὶ ἐγέννησεν τὸν Σαλούμ, καὶ Σαλοὺμ ἐγέννησεν τὸν Ἰεχεμείαν, καὶ Ἰεχεμείας ἐγέννησεν τὸν Ἐλεισαμά. καὶ υἱοὶ Χαλὲβ ἀδελφοῦ Ἰερεμεήλ· Μαρεισὰ ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζείφ· καὶ υἱοὶ Μαρεισὰ πατρὸς Χεβρών. καὶ υἱοὶ Χεβρών· Κόρεε καὶ Θαποὺς καὶ Ῥέκομ καὶ Σεμάα. καὶ Σεμάα ἐγέννησεν τὸν Ῥάμεε πατέρα Ἰακλάν, καὶ Ἰεκλάν ἐγέννησεν τὸν Σαμί. καὶ υἱὸς αὐτοῦ Μεών, καὶ Μεὼν πατὴρ Γεδσούρ. καὶ Γαιφαὴλ παλλακὴ Χαλὲβ ἐγέννησεν τὸν Ἀρρὰν καὶ τὸν Ἰωκὰν καὶ τὸν Γεζοῦε. καὶ Ἀρρὰν ἐγέννησεν τὸν Γεζοῦε.