Ancient Greek · ~5 min
22.13 to 22.19
Septuaginta, Paralipomenon I 22.13-19
Not analysed yet
τότε εὐοδώσει ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα ἄ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε. μὴ φοβοῦ μηδὲ πτοηθῇς. καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας, καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας, καὶ χαλκὸν καὶ σίδηρον οὗ οὐκ ἔστιν σταθμός, ὅτι εἰς πλῆθός ἐστιν· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες. καὶ μετὰ σοῦ πρόσθες εἰς πλῆθος ποιούντων ἔργα, τεχνῖται καὶ οἰκοδόμοι λίθαων καὶ τέκτονες ξύλων, καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ, ἐν χρυσίῳ, ἐν ἀργυρίᾳῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, οὐκ ἔστιν ἀριθμός· ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ. καὶ ἐνετείλατο Δαυεὶδ τοῖς παισὶν ἄρχουσιν Ἰσραὴλ ἀντιλαβέσθαι τῷ Σαλωμὼν υἱῷ αὐτοῦ Οὐχὶ Κύριος μεθʼ ὑμῶ καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον Κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ. υῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ θεῷ ὑμῶν, τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.