Ancient Greek · ~8 min
25.1 to 25.16
Septuaginta, Paralipomenon I 25.1-16
Not analysed yet
Καὶ ἔστησεν Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἱμὰν καὶ Ἰδειθὰν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν. υἱοὶ Ἀσάφ· Σακχούς, Ἰωσὴφ καὶ Ναθαλίας καὶ Ἐραήλ· υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως. τῷ Ἰδειθών, υἱοὶ Ἰδειθών· Γουνὰ καὶ Σουρεὶ καὶ Σαιὰ καὶ Σεμεεὶ καὶ Ἀσαβιὰ καὶ Ματταθίας, ἕξ, μετὰ τὸν πατέρα αὐτῶν Ἰδειθὰν ἐν κινύρᾳ ἀνακρουόμενος ἐξομολόγησιν καὶ αἵνεσιν τῷ κυρίῳ. τῷ Αἱμανεί, υἱοὶ Αἱμάν· Bουκείας καὶ Μανθανίας καὶ Ἀζαραὴλ καὶ Σουβαὴλ καὶ Ἀμσοὺ καὶ Ἰερεμὼθ καὶ Ἀνανίας καὶ Ἠαθὰθ καὶ Γοδολλαθεὶ καὶ Ῥωμεί υἱοὶ Ὤδ καὶ Ἰειβασάκα καὶ Μανθεὶ καὶ Ὡθηρεὶ καὶ Μελζώθ. πάντες οὗτοι υἱοὶ τῷ Αἱμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεὶ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας· καὶ ἔδωκεν θεὸς τῷ Αἱμὰν υἱοὺς δέκα τέσσαρες καὶ θυγατέρας τρεῖς. πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ θεοῦ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως, καὶ Ἀσαφ καὶ Ἰδειθοὺν καὶ Αἱμανεί. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ἄδειν Κυρίῳ, πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων. καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσάφ, τῷ Ἰωσήφ, Γαλουιὰ ὁ δεύτερος, Ἡνειά, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο· ὁ τρίτος Ζαχχούθ, υἱὸς αὐτοῦ· καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· ὁ τέταρτος Ἰεσδρεί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· ὁ πέμπτος Ναθαν, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· ὁ ἕκτος Βουκείας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· ὁ ἔβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· ὁ ὄγδοος Ἰωσειά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· ὁ ἔνατος Μανθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο·