Ancient Greek · ~7 min
28.4 to 28.14
Septuaginta, Paralipomenon I 28.4-14
Not analysed yet
καὶ ἐξελέξατο Κύριος ὁ θεὸς Ἰσραὴλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα· καὶ ἐν Ἰούδᾳ ἡρέτικεν τὸ βασίλειον, καὶ ἐξ οἴκου Ἰούδα τὸν οἶκον τοῦ πατρός μου· ἐν ἐμοὶ ἠθέλησεν, τοῦ γενέσθαι με βασιλέα ἐπὶ τῷ παντὶ Ἰσραήλ. καὶ ἀπὸ πάντων τῶν υἱῶν μου, ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι Κύριος, ἐξελέξατο ἐν Σαλωμὼν τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας Κυρίου ἐπὶ τὸν Ἰσραήλ. καὶ εἶπέν μοι ὁ θεός Σαλωμὼν ὁ υἱός σου κληρονομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ἡρέτικα ἐν αὐτῷ εἶναἰ μου υἱόν, κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα. καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου κάὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη. καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας Κυρίου καὶ ζητήσατε τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ ἡμῶν, ἴνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν τοῖς υἱοῖς ἡμῶν ἕως αἰῶνος. καὶ νῦν, Σαλωμών, γνῶθι τὸν θεὸν τῶν πατέρων σου καὶ δούλευε ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γιγνώσκει· ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι· καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος. ἴ· Κύριος ῆρέτικέν σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἴσχυε καὶ ποίει. Καὶ ἔδωκεν Δαυεὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχὼ αὐτοῦ καὶ τῶυ ὑπερῷαων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ, καὶ τὸ παράδειγμα ὁ εἶχεν ἐν πνεύματι αὐτοῦ τῶν αὐλῶυ οἴκου Κυρίου, καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας Κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων, καὶ τῶν καταλυμάτων τῶν ἐβημεριῶν τῶν ἱερέων καὶ τῶν Λευεῖτων εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν. καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν τῶν τε χρυσῶν καὶ ἀργυρῶν,