Ancient Greek · ~7 min
29.12 to 29.22
Septuaginta, Paralipomenon I 29.12-22
Not analysed yet
παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, Κύριε ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, Ιαντοκράτααωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα. καὶ νῦν, Κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεως σου. καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός σου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ τῶν σῶν δεδώκάμεν σοι. ὅτι πάροικοί ἐσμεν ἐναντίον σου, καὶ κατοικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή. Κύριε ὁ θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτοὅ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σοῦ ἐστιν, καὶ σοὶ τὰ πάντα. καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας, καὶ δικαιοσύνην ἀγαπᾶς· ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι. Κύριε ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραὴλ τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοία καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα, καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ. καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματαά σου, καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου. καὶ εἶπεν Δαυεὶδ πάσῃ τῇ ἐκκλησίᾳ Εὐλογήσατε Κύριον τὸν θεὸν ἡμῶν· καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία Κύριον τὸν θεὸν τῶν πατέρων οὐτων, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν Κυρίῳ καὶ τῷ βασιλεῖ καὶ ἔθυσεν Δαυεὶδ τῷ κυρίῳ θυσίας, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας. μόσχους χιλίους, κριοὺς χλίους, ἄρνας χιλίους, καὶ τὰς σπονδὰς αὐτῶν, καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ. καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς, καὶ ἐβασίλευσαν τὸν Σαλωμὼν υἱὸν Δαυείδ, καὶ ἔχρσαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην.