Ancient Greek · ~7 min
13.1 to 13.11
Septuaginta, Paralipomenon II 13.1-11
Not analysed yet
Ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰεροβοὰμ ἐβασίλευσεν Ἀβιὰ ἐπὶ Ἰσραήλ. ἔτη τρία ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών· καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιὰ καὶ ἀνὰ μέσον Ἰεροβοάμ. καὶ παρετάξατο Ἀβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν· καὶ Ἰεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ἀκτακοσίαις χιλιάσιν, δυνατοὶ πολεμισταὶ δυνάμεαως. καὶ ἀνέστη Ἀβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ὅ ἐστιν ἐν τῷ ὄρει Ἐφράιμ, καὶ εἶπεν Ἀκούσατε, Ἰεροβοὰμ καὶ πᾶς Ἰσραήλ. οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος ὁ θεὸς Ἰσραὴλ ἔδωκεν βασιλέα ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυεὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός; καὶ ἀνέστη Ἰεροβοὰμ ὁ τοῦ Ναββὰτ ὁ παῖς Σαλωμὼν τοῦ Δαυεὶδ καὶ ἀνέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ. καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀνέστη πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμάν, καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ, καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ. καὶ νῦν λέγετε ὑμεῖς ἀντιστῆναι κατὰ πρόσαωπον βασιλείας Κυρίου διὰ χειρὸς υἱῶν Δαυείδ· καὶ ὑμεῖς πλῆθος πολύ, καὶ μεθʼ ὑμῶν μόσχοι χρυσοῖ οὓς ἐποίησεν ὑμῖν Ἰεροβοὰμ εἰς θεούς. ἤ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς Κυρίου τοὺς υἱοὺς Ἀαρὼν καὶ τοὺς Λευείτας, καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πάσης ; ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐκ μόσχων ἐκ βοῶν καὶ κριοῖς ἑπτά, καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ. καὶ ἡμεῖς Κύριον τὸν θεὸν ἡμῶν οὐκ ἐνκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ κυρίῳ οἱ υἱοὶ Ἀαρὼν καὶ οἱ Λευεῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν· θυμιῶσιν τῷ κυρίῳ ὁλοκαύτωμα πρωὶ καὶ δείλης καὶ θυμίαμα συνθέσεως, καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λύχνοι τῆς καύσεως ἀνάψαι δείλης· ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς Κυρίου τοῦ θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐνκατελίπετε αὐτόν.