# Paralipomenon II 13.12-22

Septuaginta, Paralipomenon II, 13.12 to 13.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/paralipomenon-ii/13.12

καὶ ἰδοὺ μεθʼ ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφʼ ἡμᾶς· οἱ υἱοὶ τοῦ Ἰσραήλ, πολεμήσετε πρὸς Κύριον θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν. καὶ Ἰεροβοὰμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθεῖν αὐτῶν ἐκ τῶν ὄπισθεν, καὶ ἐγένετο ἔμπροσθεν Ἰούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν. καὶ ἀπέστρεψεν Ἰούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν. καὶ ἐβόησαν ἄνδρες Ιούδα· καὶ ἐγένετο ἐν τῷ βοῷν ἄνδρας Ἰουδά, καὶ Κύριος ἐπάταξεν τὸν Ἰεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰούδα. καὶ ἔφυγον οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Ἰούδα, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἐπάταξεν ἐν αὐτοῖς Ἀβιὰ καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ Ἰσραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί, καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ἰ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον θεὸν τῶν πατέρων αὐτῶν. καὶ κατεδίωξεν Ἀβιὰ ὀπίσω Ἰεροβοὰμ καὶ προκατελάβετο παρʼ αὐτοῦ πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Κανὰ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Ἐφρὼν καὶ τὰς κώμας αὐτῆς. καὶ οὐκ ἔσχεν ἰσχὺν Ἰεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας Ἀβιά, καὶ ἐπάταξεν αὐτὸν Κύριος, καὶ ἐτελεύτησεν. καὶ κατίσχυσεν Ἀβιά, καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δέκα τέσσαρας, καὶ ἐγέννησεν υἱοὺς εἶκοσι δύο καὶ θυγατέρας δέκα ξ. καὶ οἱ λοιποὶ λόγοι Ἀβιὰ καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Ἀδώ.

---

Septuaginta, Paralipomenon II, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg016.local002/.
