Ancient Greek · ~2 min
14.13 to 14.15
Septuaginta, Paralipomenon II 14.13-15
Not analysed yet
καὶ κατεδίωξεν Ἀκὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ· καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ· καὶ ἐσκύλευσαν σκῦλα πολλά. καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπʼ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτοῦ, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς· καί γε σκηνὰς κτήσεων, τοὺς Ἀμαζονεῖς, ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους, καὶ ἐπέστρεψαν εἰς Ἰερουσαλήμ.