Ancient Greek
17.15 to 17.19
Septuaginta, Paralipomenon II 17.15-19
Not analysed yet
καὶ μετʼ αὐτὸν Ἰωανάν ὁ ἡγούμενος, καὶ μετʼ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες· καὶ μετʼ αὐτὸν Μασαίας τοῦ Ζαρεὶ ὁ προθυμούμενος τῷ κυρίῳ, καὶ μετʼ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως. καὶ ἐκ τοῦ Βενιαμεὶν δυνατὸς δυνάμεως καὶ Ἐλειδά, καὶ μετʼ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες· καὶ μετʼ αὐτὸν Ἰωζαβάδ, καὶ μετʼ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου. οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ἀχυροῖς ἐν πάσῃ τῇ Ἰουδαίᾳ.