Ancient Greek · ~2 min
2.15 to 2.18
Septuaginta, Paralipomenon II 2.15-18
Not analysed yet
καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ. καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου, καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ἰόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ἰερουσαλήμ. καὶ συνήγαγεν Σαλωμὼν πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γῆ Ἰσραὴλ μετὰ τὸν ἀριθμὸν ὃν ἠρίθμησεν αὐτοὺς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι. καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων, καὶ ὀγδοήκοντα χιλιάδας λατόμων, καὶ τρισχιλίους ἑξακοσίους ἐπὶ τὸν λαόν.