Ancient Greek · ~7 min
20.1 to 20.12
Septuaginta, Paralipomenon II 20.1-12
Not analysed yet
Καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωὰβ καὶ οἱ υἱοὶ Ἀμμῶν καὶ μετʼ αὐτῶν ἐκ τῶν Μειναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον. καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ λέγοντες Ἥκει ἐπὶ σέ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ἀσὰμ Θμόρά, αὕτη ἐστὶν Ἐνγάδει. καὶ ἐφοβήθη, καὶ ἔδωκεν Ἰωσαφὰτ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν κύριον, καὶ ἐκήρυξαν νηστείαν. καὶ συνήχθη Ἰούδας ἐκζητῆσαι τὸν κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰούδας ἦλθον ζητῆσαι τὸν κύριον. καὶ ἀνέστη Ἰωσαφὰτ ἐν ἐκκλησίᾳ Ἰούδα ἐν Ἰερουσαλὴμ ἐν οἴκῳ Κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς, καὶ εἶπεν Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ ἄνω, καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν, καὶ ἐυ τῇ χειρί σου ἰσχὺς δυναστείας, καὶ οὐκ ἔστιν πρὸς σέ ἀντίστῆναι; οὐχὶ σὺ ὁ κύριος ἐξωλέθρευσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔδωκας αὐτὴν σπέρματι Ἀβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα; καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες Ἐὰν ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά, όομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα ἐναντίον τοῦ οἴκου τοῦ καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σέ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις. καὶ νῦν ἰδοὺ υἱοὶ Ἀμμὼν καὶ ὄρος Σηείρ, εἰς οὓς οὐκ ἔδωκας τῷ Ἰσραὴλ διελθεῖν δι᾿ αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπʼ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς· καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφʼ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν ἧς ἔδωκας ἡμῖν, Κύριε ὁ θεὸς ἡμῶν· οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφʼ ἡμᾶς, καὶ οὐκ οἴδαμεν τἰ ποιήσωμεν αὐτοῖς· ἀλλ᾿ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.