Ancient Greek · ~2 min
22.11 to 22.12
Septuaginta, Paralipomenon II 22.11-12
Not analysed yet
καὶ ἔλαβεν Ἰωσαβεὲ τὸν Ἰωὰς υἱὸν Οχοζεία, καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμέναων, καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμεῖον κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωράμ, ἀδελφὴ Ὀχοζείου καὶ γυνὴ Ἰωδᾶε· καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Τοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν. καὶ ἦν μετʼ αὐτοῦ ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἔξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.