Ancient Greek · ~7 min
23.11 to 23.19
Septuaginta, Paralipomenon II 23.11-19
Not analysed yet
καὶ ἐξήγαγεν τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἔδωκεν ἐπʼ αὐτὸν τὸ βασί λειον καὶ τὰ μαρτύρια· καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ἰωδᾶε καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ εἶπαν Ζήτω ὁ βασιλεύς. καὶ ἤκουσεν Γοθολία τὴν φωνὴν τοῦ λαοῦ τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα, καὶ εἰσῆλθεν πρὸς τὸν βασιλέα εἰς οἶκον Κυρίου. καὶ εἶδεν, καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες, ἄρχοντες περὶ τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς ηὐφράνθη καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ οἱ ἄδοντες ἐν τοῖς ὀργάνοις, ᾠδοὶ καὶ ὑμνοῦντες αἶνον· καὶ διέρρηξεν Γοθολία τὴν στολὴν αὐτῆς, καὶ ἐβόησεν Ἐπιτιθέμενοι ἐπιτίθεσθε. καὶ ἐξῆλθεν Ἰωδᾶε ὁ ἱερεύς· καὶ ἐνετείλατο Ἰωδᾶε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς Ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου, καὶ εἰσέλθατε ὀπίσω αὐτῆς, καὶ ἀποθανέτω μαχαίρᾳ· ὅτι εἶπεν ὁ ἱερεύς Μὴ ἀποθανέτω ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκαν αὐτῇ ἄνεσιν, καὶ διῆλθεν διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ Καὶ διέθετο Ἰωδᾶε διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως, εἶναι λαὸν τῷ κυρίῳ. καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ, καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια καὶ τὰ εἶδωλα αὐτοῦ καὶ ἐλέπτυναν, καὶ τὸν Ματθὰν ἱερέα τῆς Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ. καὶ ἐνεχείρησεν Ἰωδᾶε ὁ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευειτῶν, καὶ ἀνέστησεν τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευειτῶν, ἃς διέ. στειλεν Δαυεὶδ ἐπὶ τὸν οικον Κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυείδ. καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πραγμα.