Ancient Greek · ~8 min
24.1 to 24.12
Septuaginta, Paralipomenon II 24.1-12
Not analysed yet
Ων ἑπτὰ ἐτῶν Ἰωὰς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τεσσεράκοντα ἔτη ἐβασίύλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀβιὰ ἐκ Βηρσάβεέ. καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας Ἰωδᾶε τοῦ ἱερέως. καὶ ἔλαβεν ἑαυτῷ Ἰωδῶε γυναῖκας δύο, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἐγένετο ἐπὶ καρδίαν Ἰωὰς ἐπισκευάσαι τὸν οἶκον Κυρίου. καὶ συνήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας καὶ εἶπεν αὐτοῖς Ἐξέλθατε εἰς τὰς πόλεις Ἰούδα καὶ συναγάγετε ἀπὸ παντὸς Ἰσραὴλ ἀργύριον κατισχῦσαι τὸν οἶκον Κυρίου ἐνιαυτὸν κατʼ ἐνίαυτόν, καὶ σπεύσατε λαλῆσαι· καὶ οὐκ ἐπίστευσαν οἱ Λευεῖται. καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰωὰς τὸν Ἰωδᾶε τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ Διὰ τί οὐκ ἐπεσκέψω περὶ τῶν Λευειτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ἰούδα καὶ Ἰερουσαλὴμ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου θεοῦ, ὅτι ἐξεκλησίασεν τὸν Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου; ὅτι Γοθολία ἣν ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ θεοῦ, καὶ γὰρ τὰ ἅγια οἵκου Κυρίου ἐποίησαν ταῖς Βααλεὶμ. καὶ εἶπεν ὁ βασιλεύς Γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλῃ οἴκου Κυρίου ἔξω. καὶ κηρυξάτωσαν ἐν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλὴμ εἰσενέγκαι Κυρίῳ, καθὼς εἶπεν Μωυσῆς παῖς τοῦ θεοῦ ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς ὁ λαός, καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον ἕως οὗ ἐπληρώθη. καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευειτῶν, καὶ ὡς εἶδον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον, καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσεν τὸ γλωσσόκομον, καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας, καὶ συνήγαγον ἀργύριον πολύ. καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ἰωδᾶε ὁ ἱερεὺς τοῖς ποιοῦσιν τὰ ἔργα εἰς τὴν ἐργασίαν οἴκου Κυρίου· καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον Κυρίου, καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον Κυρίου.