Ancient Greek
Chapter 24
Septuaginta, Paralipomenon II 24.25
Not analysed yet
καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπʼ αὐτοῦ ἐν τῷ ἐνκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις, καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδᾶε τοῦ ἱερέως, καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανεν· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυείδ, καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων. καὶ οἱ ἐπιθέμενοι ἐπʼ αὐτὸν Ζαβὲλ ὁ τοῦ Σαμὰ ὁ Ἀμμανείτης καὶ Ζωζαβὲδ ὁ τοῦ Σομαιὼθ ὁ Μωαβείτης