# Paralipomenon II 31.16-21

Septuaginta, Paralipomenon II, 31.16 to 31.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/paralipomenon-ii/31.16

ἕκαστος τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω, παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον Κυρίου, εἰς λόγον ἡμερῶν εἰς ἡμέρας, λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν. οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατʼ οἴκους πατριῶν, καὶ οἱ Λευεῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς και ἐπάνω ἐν διατάξει, ἐνκαταλοχίσαι ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν και θυγατέρων αὐτῶν εἰς πᾶν τὸ πλῆθος, ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον· τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερατεύουσιν καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσιν καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευείταις. καὶ ἐποίησεν οὕτως Ἐζεκίας ἐν παντὶ Ἰούδᾳ, καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ κυρίου θεοῦ αὐτοῦ. καὶ ἐν παντὶ ἔργῳ ᾧ ἤρξατο ἐργασίᾳ ἐν οἴκῳ Κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ, καὶ ἐποίησεν καὶ εὐοδώθη.

---

Septuaginta, Paralipomenon II, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg016.local002/.
