Ancient Greek · ~7 min
31.4 to 31.15
Septuaginta, Paralipomenon II 31.4-15
Not analysed yet
καὶ εἶπαν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλὴμ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευειτῶν, ὅπως κατισχύσουσιν ἐν τῇ λειτουργίᾳ οἴκου Κυρίου. καὶ ὡς προσέταξεν τὸν λόγον, ἐπλεόνασεν Ἰσραὴλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ· καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ καὶ Ἰούδα. καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν, καὶ ἡγίασαν τῷ κυρίῳ θεῷ αὐτῶν, καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωρούς. ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ θεμέλιοι σωροὶ θεμελιοῦσθαι, καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ συνετελέσθησαν. καὶ ἦλθεν Ἑζεκίας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωρούς, καὶ ηὐλόγησαν τὸν κύριον καὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ· καὶ ἐπυνθάνετο Ἑζεκίας τῶν ἱερέων καὶ τῶν Λευειτῶν ὑπὲρ τῶν σωρῶν. καὶ εἶπεν Ἀζαρίας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδώκ, καὶ εἶπεν Ἐξ οὗ ἦρκται φέρεσθαι ἡ ἀπαρχὴ εἰς οἶκον Κυρίου, ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν· ὅτι Κύριος ηὐλόγησεν τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἐπὶ τὸ πλῆθος τοῦτο. καὶ εἶπεν Ἐζεκίας ἑτοιμάσαι παστοφόρια εἰς οἶκον Κυρίου· καὶ ἡτοίμασαν. καὶ ἤνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει, καὶ ἐπʼ αὐτῶν ἐπιστάτης Χωμενίας ὁ Λευείτης, καὶ Σεμεεὶ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος, καὶ Εἰὴλ καὶ Ὀζείας καὶ Μάεθ καὶ Ἀσαὴλ καὶ Ἰερειμὼθ καὶ Ἐζαβὰθ καὶ Ἰεειὴλ καὶ Σαμαχειὰ καὶ Θάναι, Βαναίας καὶ οἱ υἱοὶ αὐτοῦ, καθεσταμένοι διὰ Χωνενίου καὶ Σεμεεὶ τοῦ ἀδελφοῦ αὐτοῦ, καθὼς προσέταξεν ὁ βασιλεὺς Ἐζεκίας καὶ Ἀζαρίας ὁ ἡγούμενος οἴκου Κυρίου. καὶ Κωρὴ ,ὁ τοῦ Αἱμὰν ὁ Λευείτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς Κυρίῳ καὶ τὰ ἅγια τῶν ἁγίων. διὰ χειρὸς Ὄδομ καὶ Βενιαμεὶν καὶ Ἰησοῦς καὶ Σεμεεὶ καὶ Μαρίας καὶ Σεχονίας, διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας, κατὰ τὸν μέγαν καὶ τὸν μικρόν,