Ancient Greek · ~2 min
33.1 to 33.5
Septuaginta, Paralipomenon II 33.1-5
Not analysed yet
Ων δέκα δύο ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ πεντή- κοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου, ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν οὓς ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησεν στήλας τοῖς Βααλεὶμ καὶ ἐποίησεν ἄλση, καὶ προσεκύνησεν πάσῃ τῆ στρατείᾳ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς. καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ Κυρίου οὗ εἶπεν Κύριος Ἐν Ἰερουσαλὴμ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. καὶ ᾠκοδόμησεν θυσιαστήρια τῇ πάσῃ στρατείᾳ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου.