Ancient Greek · ~7 min
33.8 to 33.18
Septuaginta, Paralipomenon II 33.8-18
Not analysed yet
καὶ οὐ προσθήσαω σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα ἃ ἐνετειλάμην αὐτοῖς κατὰ πάντα τὸν νόμον, τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ. καὶ ἐπλάνησεν Μανασσῆς τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ, τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπέρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. καὶ ἐλάλησεν Κύριος ἐπὶ Μανασσὴ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσεν. καὶ ἥγαγεν Κύριος ἐπʼ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ἀσσούρ, καὶ κατέλαβον τὸν Μανασσὴ ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα. καὶ ὡς ἐθλίβη, ἐζήτησεν τὸ πρόσωπον τοῦ κυρίου θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου θεοῦ τῶν πατέρων αὐτοῦ· καὶ προσηύξατο πρὸς αὐτόν, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἰερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσῆς ὅτι Κύριος αὐτός ἐστιν θεός. Καὶ ᾠκοδόμησεν μετὰ ταῦτα τεῖχος ἔξω τῆς πόλεως Δαυεὶδ ἀπὸ λιβὸς κατὰ Γιὸν ἐν τῷ χειμάρρῳ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς αὐτὸν Ὄπλα, καὶ ὕψωσεν σφόδρα· καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσιν ταῖς τειχήρεσιν ἐν Ἰούδα. καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου, καὶ πάντα τὰ θυσιαστήρια ἂ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου καὶ ἐν Ἰερουσαλὴμ καὶ ἔξωθεν τῆς πόλεως. καὶ κατώρθωσεν τὸ θυσιαστήριον Κυρίου, καὶ ἐθυσίασεν ἐπʼ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως, καὶ εἶπεν τῷ Ἰούδα τοῦ δουλεύειν Κυρίῳ θεῷ Ἰσραήλ. πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν· πλὴν Κύριος ὁ θεὸς αὐτῶν. καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσὴ καὶ ἡ προσευχὴ αὐτοῦ πρὸς τὸν θεὸν καὶ λόγοι τῶν ὁρώντων λαλοῦντῶν πρὸς αὐτὸν ἐπʼ ὀνόματι θεοῦ Ἰσραήλ,