# Paralipomenon II 34.31-33

Septuaginta, Paralipomenon II, 34.31 to 34.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/paralipomenon-ii/34.31

καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στύλον, καὶ διέθετο διαθήκην ἐναντίον Κυρίου τοῦ πορευθῆναι ἐνώπιον Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ μαρτύρια καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ, τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ. καὶ ἔστησεν πάντας τοὺς εὑρεθέντας ἐν Ἰερουσαλὴμ καὶ Βενιαμείν· καὶ ἐποίησαν οἱ κατοικοῦντες Ἰερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου θεοῦ πατρὸς αὐτῶν. καὶ περιεῖλεν Ἰωσείας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς ἣ ἦν υἱῶν Ἰσραήλ, καὶ ἐποίησεν πάντας τοὺς εὑρεθέντας ἐν Ἰερουσαλὴμ καὶ ἐν Ἰσραὴλ τοῦ δουλεύειν Κυρίῳ θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν Κυρίου θεοῦ πατέρων αὐτοῦ.

---

Septuaginta, Paralipomenon II, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg016.local002/.
