Ancient Greek · ~5 min
36.17 to 36.23
Septuaginta, Paralipomenon II 36.17-23
Not analysed yet
καὶ ἤγαγεν ἐπʼ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ· καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου, καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν, καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ παντα παρέδωκεν ἐν χερσὶν αὐτῶν. καὶ πάντα τὰ σκεύη οἴκοίυ θηοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυρούς, καὶ πάντας τοῖς θησαυροὺς βασιλέως καὶ μεγιστάναων, καὶ πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα. καὶ ἐνέπρησεν τὸν οἶκον Κυρίου, καὶ κατέσκαψεν τὸ τεῖχος Ἰερουσαλήμ, καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρί, καὶ πᾶν σκεῦος ὡραίον εἰς ἀφανισμόν. καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἤσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων, τοῦ πληραοθῆναι λόγον Κυρίου διὰ στόματος Ἰερεμίου, ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι, εῖς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα. Ἔτους πρώτου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα Κυρίου διὰ στόματος Ἰερεμίου, ἐξήγειρεν Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν κηρῦξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων Τάδε λέγει Κῦρος βασιλεὺς Χερσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς Ἔδαωκέν μοι Κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἰερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ· τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ ; ἔσται ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβήτω.