# Paralipomenon II 9.24-31

Septuaginta, Paralipomenon II, 9.24 to 9.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/paralipomenon-ii/9.24

καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατʼ ἐνιαυτὸν ἐνιαυτόν. καὶ ἤσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἄρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσιν τῶν ἀρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ. καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος. καὶ ἡ ἔξοδος τῶν ?ἵππων εξ Αἰγύπτου τῶν Σαλωμὼν καὶ ἐκ πάσης τῆς γῆς. Καὶ οἱ κατάλοιποι λόγοι Σαλωμῶν οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ τῶν λόγων Ναθὰν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων Ἀχειὰ τοῦ Σηλωνείτου καὶ ἐν ταῖς ὁράσεσιν Ἰωήλ τοῦ ὁρῶντος περὶ Ἰεροβοὰμ υἱοῦ Ναβάτ. καὶ ἐβασίλευσεν Σαλωμὼν ὁ βασιλεὺς ἐπὶ πάντα Ἰσραὴλ τεσσεράκοντα ἔτη. καὶ ἐκοιμήθη Σαλωμών, καὶ ἔθαψαν αὐτὸν ἐν πολει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

---

Septuaginta, Paralipomenon II, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg016.local002/.
