Ancient Greek · ~1 min
19.26 to 19.29
Septuaginta, Proverbia 19.26-29
Not analysed yet
ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται. υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς. ὁ ἐγγυώμενος παῖδα ἄφρονα καθυβρίζει δικαίωμα, στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις. ἑτοιμάζονται ἀκολάστοις μάστιγες καὶ τιμωρίαι ὤμοις ἀφρόνων.