Ancient Greek · ~2 min
28.24 to 28.28
Septuaginta, Proverbia 28.24-28
Not analysed yet
ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. ἄπληστος ἀνὴρ κρίνει εἰκῇ· ὃς δὲ πέποιθεν ἐπὶ κύριον, ἐν ἐπιμελείᾳ ἔσται. ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων· ὃς δὲ πορεύεται σοφίᾳ, σωθήσεται. ὃς δίδωσιν πτωχοῖς, οὐκ ἐνδεηθήσεται· ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται. ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.