Ancient Greek
4.17 to 4.25
Septuaginta, Psalmi Salomonis 4.17-25
Not analysed yet
κενὸς χερσὶν αὐτοῦ εἰσέλθοι εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐλλιπὴς ὁ οἶκος αὐτοῦ ἀπὸ παντός, οὗ ἐμπλήσει ψυχὴν αὐτοῦ· ἐν μονώσει ἀτεκνίας τὸ γῆρας αὐτοῦ εἰς ἀνάλημψιν. Σκορπισθείησαν σάρκες ἀνθρωπαρέσκων ὑπὸ θηρίων, καὶ ὀστᾶ παρανόμων κατέναντι τοῦ ἡλίου ἐν ἀτιμίᾳ. ὀφθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομένων, ὅτι ἠρήμωσαν οἴκους πολλοὺς ἀνθρώπων ἐν ἀτιμίᾳ καὶ ἐσκόρπισαν ἐν ἐπιθυμίᾳ καὶ οὐκ ἐμνήσθησαν θεοῦ καὶ οὐκ ἐφοβήθησαν τὸν θεὸν ἐν ἅπασι τούτοις καὶ παρώργισαν τὸν θεὸν καὶ παρώξυναν. ἐξάραι αὐτοὺς ἀπὸ τῆς γῆς, ὅτι ψυχὰς ἀκάκων παραλογισμῷ ὑπεκρίνοντο. Μακάριοι οἱ φοβούμενοι τὸν κύριον ἐν ἀκακίᾳ αὐτῶν· ὁ κύριος ῥύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων καὶ ἁμαρτωλῶν καὶ ῥύσεται ἡμᾶς ἀπὸ παντὸς σκανδάλου παρανόμου. ἐξάραι ὁ θεὸς τοὺς ποιοῦντας ἐν ὑπερηφανίᾳ πᾶσαν ἀδικίαν, ὅτι κριτὴς μέγας καὶ κραταιὸς κύριος ὁ θεὸς ἡμῶν ἐν δικαιοσύνῃ. γένοιτο, κύριε, τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε.