Ancient Greek
8.21 to 8.34
Septuaginta, Psalmi Salomonis 8.21-34
Not analysed yet
ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν, ἃ ἐγέννησαν ἐν βεβηλώσει. Ἐποίησαν κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καθὼς οἱ πατέρες αὐτῶν, ἐμίαναν Ιερουσαλημ καὶ τὰ ἡγιασμένα τῷ ὀνόματι τοῦ θεοῦ. ἐδικαιώθη ὁ θεὸς ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν τοῖς ἔθνεσιν τῆς γῆς, καὶ οἱ ὅσιοι τοῦ θεοῦ ὡς ἀρνία ἐν ἀκακίᾳ ἐν μέσῳ αὐτῶν. αἰνετὸς κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν ἐν δικαιοσύνῃ αὐτοῦ. Ἰδοὺ δή, ὁ θεός, ἔδειξας ἡμῖν τὸ κρίμα σου ἐν τῇ δικαιοσύνῃ σου, εἴδοσαν οἱ ὀφθαλμοὶ ἡμῶν τὰ κρίματά σου, ὁ θεός. ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰῶνας, ὅτι σὺ ὁ θεὸς τῆς δικαιοσύνης κρίνων τὸν Ισραηλ ἐν παιδείᾳ. ἐπίστρεψον, ὁ θεός, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς καὶ οἰκτίρησον ἡμᾶς· συνάγαγε τὴν διασπορὰν Ισραηλ μετὰ ἐλέους καὶ χρηστότητος, ὅτι ἡ πίστις σου μεθ’ ἡμῶν. καὶ ἡμεῖς ἐσκληρύναμεν τὸν τράχηλον ἡμῶν, καὶ σὺ παιδευτὴς ἡμῶν εἶ. μὴ ὑπερίδῃς ἡμᾶς, ὁ θεὸς ἡμῶν, ἵνα μὴ καταπίωσιν ἡμᾶς ἔθνη ὡς μὴ ὄντος λυτρουμένου. καὶ σὺ ὁ θεὸς ἡμῶν ἀπ’ ἀρχῆς, καὶ ἐπὶ σὲ ἡ ἐλπὶς ἡμῶν, κύριε· καὶ ἡμεῖς οὐκ ἀφεξόμεθά σου, ὅτι χρηστὰ τὰ κρίματά σου ἐφ’ ἡμᾶς. ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν ἡ εὐδοκία εἰς τὸν αἰῶνα· κύριε σωτὴρ ἡμῶν, οὐ σαλευθησόμεθα ἔτι τὸν αἰῶνα χρόνον. αἰνετὸς κύριος ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν στόματι ὁσίων, καὶ εὐλογημένος Ισραηλ ὑπὸ κυρίου εἰς τὸν αἰῶνα.