Ancient Greek · ~1 min
138.22 to 138.24
Septuaginta, Psalmi 138.22-24
Not analysed yet
τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.