Ancient Greek · ~1 min
37.21 to 37.23
Septuaginta, Psalmi 37.21-23
Not analysed yet
οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην, [καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον.] μὴ ἐγκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου.