Ancient Greek · ~1 min
39.17 to 39.18
Septuaginta, Psalmi 39.17-18
Not analysed yet
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, κύριε, καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· κύριος φροντιεῖ μου. βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ· ὁ θεός μου, μὴ χρονίσῃς.