Ancient Greek · ~1 min
54.23 to 54.24
Septuaginta, Psalmi 54.23-24
Not analysed yet
ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. σὺ δέ, ὁ θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν. ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, κύριε.