Ancient Greek · ~3 min
88.44 to 88.53
Septuaginta, Psalmi 88.44-53
Not analysed yet
ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας· ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην. διάψαλμα. ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα. ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληθείᾳ σου; μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν, οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. ———