Ancient Greek · ~2 min
10.24 to 10.27
Septuaginta, Regnorum I 10.24-27
Not analysed yet
καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν Εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν Ζήτω ὁ βασιλεύς. καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου. καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. καὶ Σαουλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο κύριος καρδίας αὐτῶν, μετὰ Σαουλ. καὶ υἱοὶ λοιμοὶ εἶπαν Τί σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.