Ancient Greek · ~3 min
11.11 to 11.15
Septuaginta, Regnorum I 11.11-15
Not analysed yet
καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων, ἕως διεθερμάνθη ἡ ἡμέρα, καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουηλ Τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς. καὶ εἶπεν Σαουλ Οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ. Καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Πορευθῶμεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν. καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γαλγαλα, καὶ ἔχρισεν Σαμουηλ ἐκεῖ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου· καὶ εὐφράνθη Σαμουηλ καὶ πᾶς Ισραηλ ὥστε λίαν.