Ancient Greek · ~7 min
15.23 to 15.35
Septuaginta, Regnorum I 15.23-35
Not analysed yet
ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ. καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν· καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ’ ἐμοῦ, καὶ προσκυνήσω κυρίῳ τῷ θεῷ σου. καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ. καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. καὶ ἐκράτησεν Σαουλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό· καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ Διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ· καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός. καὶ εἶπεν Σαουλ Ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ’ ἐμοῦ, καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου. καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ, καὶ προσεκύνησεν τῷ κυρίῳ. καὶ εἶπεν Σαμουηλ Προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ. καὶ προσῆλθεν πρὸς αὐτὸν Αγαγ τρέμων, καὶ εἶπεν Αγαγ Εἰ οὕτως πικρὸς ὁ θάνατος; καὶ εἶπεν Σαμουηλ πρὸς Αγαγ Καθότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου. καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ. καὶ ἀπῆλθεν Σαμουηλ εἰς Αρμαθαιμ, καὶ Σαουλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα. καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ· καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ.