Ancient Greek · ~3 min
26.21 to 26.25
Septuaginta, Regnorum I 26.21-25
Not analysed yet
καὶ εἶπεν Σαουλ Ἡμάρτηκα· ἐπίστρεφε, τέκνον Δαυιδ, ὅτι οὐ κακοποιήσω σε ἀνθ’ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου ἐν τῇ σήμερον· μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα. καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν Ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό. καὶ κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου· καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως. καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσει. καὶ ἀπῆλθεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαουλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.