Ancient Greek · ~2 min
28.23 to 28.25
Septuaginta, Regnorum I 28.23-25
Not analysed yet
καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον. καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.