Ancient Greek · ~3 min
5.10 to 5.12
Septuaginta, Regnorum I 5.10-12
Not analysed yet
καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ θεοῦ εἰς Ἀσκαλῶνα, καὶ ἐγενήθη ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ εἰς Ἀσκαλῶνα, καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες Τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν; καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον Ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν· ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ Ισραηλ ἐκεῖ, καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν.