# Regnorum II 1.13-27

Septuaginta, Regnorum II, 1.13 to 1.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/1.13

καὶ εἶπεν Δαυεὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόθεν εἶ σύ ; καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Ἀμαληκείτου ἐγώ εἰμι. καὶ εἶπεν αὐτῷ Δαυείδ Ἠὼς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου ι τὸν χριστὸν Κυρίου ; καὶ ἐκάλεσεν Δαυεὶδ ἱν τῶν παῖδαρίων αὐτοῦ καὶ εἶπεν Προσελθὼν ἀπάντησον αὐτῶ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανεν. καὶ εἶπεν Δαυεὶδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐθανάτωσα ἐθανάτωσα τὸν χριστὸν κυρίου. Καὶ ἐθρήνησεν Δαυεὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ Ἰωναθὰν τὸν υἱὸν αὐτοῦ, καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ἰούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς. Στήλωσον, Ἰσραήλ, ὑπὲρ τῶντιθνηκότων ἐπὶ τὰ ὕψβ σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί. μὴ ἀναγγείλητε ἐν Γέθ, καὶ μὴ εὐαλλελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκάλωνος· μή ποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων. ὄρη τὰ ἐν Γελβοῦε, μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ’ ὑμᾶς καὶ ἀγροὶ μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ᾿ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν· θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ. ἀφ᾿ αἵματος τραυματιῶν, ἀπὸ στέατος δυνατῶν, τόξον Ἰωναθὰν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομφαία Σαοὺλ οὐκ ἀνέκαμψεν κενή. Σαοὺλ καὶ Ἰωναθάν, οἱ ἠγαπημένοι κοὶ ὡραῖοι, οὐ διακεχωρισμενοι· ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῶ θανάτωοὕτων οὐ ὑπὲρ ἀετοὺς κοῦφοι, καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν. θυγατέρες Ἰσραήλ, ἐπὶ Σαοὺλ κλαύσατε· κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ιωναθάν, ἐπὶ τὰ ὕψη σου ἀλγῶ ἐπὶ σοί, ἀδελφέ μου Ἰωναθάν· ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν. πῶς ἔπεσαν δυνατοί, καὶ ἀπώλοντο σκεύη πολεμικά.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
