# Regnorum II 11.1-10

Septuaginta, Regnorum II, 11.1 to 11.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/11.1

καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαθτοῦ εἰς τὸν καιρὸντῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν Δαυεὶδ τὸν Ἰωὰβ καὶ τοὺς παῖδας αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸν πάντα Ἰσραήλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμών· καὶ διεκάθισαν ἐπὶ Ῥαββάθ, καὶ Δαυεὶδ ἐκάθισεν ἐν Ἰερουσαλήμ. Καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυεὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως, καὶ εἶδεν γυναῖκα λουομένην ἀπὶ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. καὶ ἀπέστειλεν Δαυεὶδ καὶ ἐζήτησεν τὴν γυναῖκα, καὶ εἶπεν Οὐχὶ αὕτη Βηρςάβεε θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρείου τοῦ Χετταίου; καὶ ἀπέστειλεν Δαυεὶδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς· καὶ αὕτη ἁγιαζομένη ἀπὸ ἀκαθαρςίας αὐτῆς· καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή, καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυεὶδ καὶ εἶπεν Ἐγώ εἰμι ἐν γαστρὶ ἔχω. καὶ ἀπέστειλεν Δαυεὶδ πρὸς Ἰωὰβ λέγων Ἀπόστειλον πρὸς μὲ τὸν Οὐρείαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ἰωὰβ τὸν Οὐρείαν πρὸς Δαυείδ. καὶ παραγίνεται Οὐρείας καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐπηρώτησεν Δαυεὶδ εἰς εἰρήνην Ἰωὰβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου. καὶ εἶπεν Δαυεὶδ τῷ Οὐτείᾳ Κατάβηθι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Οὐρείας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως. καὶ ἐκοιμήθη Οὐρείας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἀνήγγειλαν τῷ Δαυεὶδ λέγοντες ὅτι οὐ κατέβη Οὐρείας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπεν Δαυεὶδ πρὸς Οὐρείαν Οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου;

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
