# Regnorum II 11.11-21

Septuaginta, Regnorum II, 11.11 to 11.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/11.11

καὶ εἶπεν Οὐρείας πρὸς Δαυείδ Ἡ κιβωτὸς καὶ Ἰσραήλ καὶ Ἰούδας κατοικοπυσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ἰωὰβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶν; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο. καὶ εἶπεν Δαυεὶδ πρὸς Οὐρείαν Κάθισον ἐνταῦθα καὶ γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάθισεν Οὐρείας ἀν Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον. καὶ ἐκάλεσεν αὐτὸν Δαυείδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν, καὶ ἐμέθυσεν αὐτόν· καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη. καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυεὶδ βιβλίον πρὸς Ἰωάβ, καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρείου. καὶ ἔγαψεν ἐν βιβλίῳ λέγων Εἰσάγαγε τὸν Οὐρείαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται. καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Οὐρείαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ἰωάβ· καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυεὶε καὶ ἀπέθαναν, καί γε Οὐρείας ὁ Χετταῖος. καὶ ἀπέστειλεν Ἰωὰρ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ Δαυεὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα. καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα, καὶ ἔσται ἐὰν ἀναβῇ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους; τίς ἐπάταξεν τὸν Ἀβειμέλεχ υἱὸν Ἰεροβοὰμ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔρριχεν κλάσμα ἐπ’ αὐτὸν μύλου ἐπάνωνθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασί; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς Καί γε Οὐρείας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
