# Regnorum II 13.31-39

Septuaginta, Regnorum II, 13.31 to 13.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/13.31

καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν, καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶμ. καὶ ἀπεκρίθη Ἰωναδὰβ υἱὸς Σαμὰ ἀδελφοῦ Δαυεὶδ καὶ εἶπεν Μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν, ὅτι Ἀμνὼν μονώτατος ἀπέθανεν· ὅτι ἐπὶ στόματος Ἀβεσσαλὼμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας ἦς ἐταπείνωσεν Θημὰρ τὴν ἀδελφὴν αὐτοῦ. καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων Πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν, ὅτι ἀλλ’ ἢ Ἀμνὼν μονώτατος ἀπέθανεν. καὶ ἀπέδρα Ἀβεσσαλώμ. καὶ ἦρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν, καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει· καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν Ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ὠρωνὴν ἐκ μέρους τοῦ ὄρους. καὶ εἶπεν Ἰωναδὰβ πρὸς τὸν βασιλέα Ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρειστιν· κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο. καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν, καὶ ἐπὴραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν, καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν. καὶ Ἀβεσσαλὼμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς θολμίλημ υἱὸν Ἐμιοὺδ βασιλέα Γεδσοὺρ εἰς τὴν Μαχάδ· καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυεὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας. Καὶ Αβεσσαλὼμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσούρ, καὶ ἦν ἐκεῖ ἔτη τρία. καὶ ἐκόπασεν ὁ βασιλεὺς Δαυεὶδ τοῦ ἐξελθεῖν πρὸς Ἀβεσσαλώμ, ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν ὅτι ἀπέθανεν.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
