Ancient Greek
14.20 to 14.29
Septuaginta, Regnorum II 14.20-29
Not analysed yet
ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ὅ ἐποίησεν ὁ δοῦλός σου Ἰωάβ, τὸν δόλον τοῦτον· καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ, τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωάβ Ἰδοὺ δὴ ἐποίηςά σοι κατὰ τὸν λόγον σου τοῦτον· ἐπίστρεψον τὸ παιδάριον τὸν Ἀβεσσαλώμ. καὶ ἔπεσεν Ἰωάβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ἰωάβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μον βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ. καὶ ἀνέστη Ἰωὰβ καὶ ἐπορεύθη εἰς Γεδσούρ, καὶ ἤγαγεν τὸν Ἀβεσσαλὼμ εἰς Ἰερουσαλήμ. καὶ εἶπεν ὁ βασιλεύς Ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ, καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω· καὶ ἀπέστρεψεν Ἀβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ, καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν. καὶ ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν καντὶ Ἰσραὴλ αὐνετὸς σφόδρα· ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυφῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος. καὶ ἐν τῷ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐγένετο ἀπ’ ἀρχῆς ἡμερῶν εἰς ἡμέρας ὡς ἄν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ’ ἀυτόν, καὶ κειρόμενος ἀυτὴν ἔστησεν τὴν τρίχα τῆς κεφαλῆς αὐτοῦ διακοςίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ. καὶ ἐτέχθησαν τῷ Ἀβεσσαλὼμ τρεῖς υἱοὶ καὶ θυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημάρ· αὕτη ἦν γυνὴ αὐτῷ τὸν Ἀβιαθάρ. Καὶ ἐκάθισεν Ἀβεσσαλὼμ ἐν Ἰερουσαλὴμ δύο ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν. καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ πρὸς Ἰωὰβ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠθέλησεν ἐλθεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠθέλησεν παραγενέσθαι.