# Regnorum II 14.30-33

Septuaginta, Regnorum II, 14.30 to 14.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/14.30

καὶ εἶπεν πρὸς τοὺς παῖδας αὐτοῦ Ἀβεσσαλώμ Ἴδετε ἡ μερὶς ἐν ἐγρῷ τοῦ Ἰωὰβ ἐχόμενά μου, καὶ αὐτῷ κριθαὶ ἐκεῖ· πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν αὐτὰς οἱ παῖδες Ἀβεσσαλώμ, τὴν μερίδα. καὶ παραγίνονται οἱ δοῦλοι Ἰωὰβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπαν Ἐνεπύρισαν οἱ δοῦλοι Ἀβεσσαλὼμ τὴν μερίδα ἐν πυπρί. καὶ ἀνέστη Ἰωὰβ καὶ ἦλθεν πρὸς ἀβεσσαλὼμ εἰς τὸν οἶκον, καὶ εἶπεω πρὸς αὐτόν Ἵνα τί οἱ παῖδές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί; καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἰωάβ Ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων Ἦκε ὦδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων Ἵνα τί ἦλθον ἐκ Γεδσούρ; ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωςόν με. καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ, καὶ προσεκύνγσεν αὐτῷ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ κατὰ πρςόσωπον τοῦ βασιλέως. καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Ἀβεσσαλώμ.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
