# Regnorum II 15.13-17

Septuaginta, Regnorum II, 15.13 to 15.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/regnorum-ii/15.13

Καὶ παρεγένετο ὁ ἀπγγέλλων πρὸς Δαυεὶδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ. καὶ εἶπεν Δαυεὶδ πᾶσιν τοῖς πασὶ αὐτοῦ τοῖος ἐν Ἰερουσαλήμ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προςώπου Ἀβεσσαλώμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς, καὶ ἐξώσῃ ἐφ’ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης. καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοῦ οἱ παῖδές σου. καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποςὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον. καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ, καὶ ἔστησαν ἐν οἴκῳ τῷ Μακράν.

---

Septuaginta, Regnorum II, ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg012.local002/.
