Ancient Greek
15.19 to 15.26
Septuaginta, Regnorum II 15.19-26
Not analysed yet
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεὶ τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ᾿ ἡμῶν ; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως ,ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου. εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ᾿ ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου· ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ᾿ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι ἐφ᾿ οὗ ἂν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν. καὶ ἐπερίθη Ἐθθεὶ τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεί Δεῦρο καὶ διάβαινε μετ᾿ ἐμοῦ· καὶ παρῆλθεν Σεθθεὶ ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾿ αὐτοῦ. καὶ πᾶσα ἡ γῆ ἔκλάιεν φωνῇ μεγάλῃ· καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν κέδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειάρρουν Κεδρών· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον. καὶ ἰδοὺ καί γε Σαδδὼκ καὶ πάντες οἱ Λευεῖται μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθάρ· καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Ἀβιαθάρ, ὡς ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως. καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδδώκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι ἀυτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς· καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγὼ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ.